Add parallel Print Page Options

ἀλλὰ λαλοῦμεν [a]θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν· ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, [b]ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 10 ἡμῖν [c]γὰρ [d]ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ [e]πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. 11 τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς [f]ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. 12 ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· 13 ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς [g]πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.

14 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται· 15 ὁ δὲ πνευματικὸς ἀνακρίνει [h]τὰ πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται. 16 τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:7 θεοῦ σοφίαν WH Treg NIV ] σοφίαν θεοῦ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:9 ὅσα WH Treg ] ἃ NIV RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:10 γὰρ WH ] δὲ Treg NIV RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:10 ἀπεκάλυψεν ὁ θεὸς WH Treg NIV ] ὁ θεὸς ἀπεκάλυψεν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:10 πνεύματος WH Treg NIV ] + αὐτοῦ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:11 ἔγνωκεν WH Treg NIV ] οἶδεν RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:13 πνεύματος WH Treg NIV ] + ἁγίου RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:15 τὰ NIV ] μὲν WH Treg RP